Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.397 Joseph. AJ 15.403 (English) >>Joseph. AJ 15.408

15.401ἐνδοτέρω δὲ τούτου καὶ παρʼ αὐτὴν τὴν ἄκραν ἄλλο τεῖχος ἄνω λίθινον περιθεῖ, κατὰ μὲν ἑῴαν ῥάχιν ἰσομήκη τῷ τείχει στοὰν ἔχον διπλῆν, ἐν μέσῳ τοῦ νεὼ τετυχηκότος ἀφορῶσαν εἰς τὰς θύρας αὐτοῦ. 15.402ταύτην πολλοὶ βασιλεῖς οἱ πρόσθεν κατεσκεύασαν. τοῦ δʼ ἱεροῦ παντὸς ἦν ἐν κύκλῳ πεπηγμένα σκῦλα βαρβαρικά, καὶ ταῦτα πάντα βασιλεὺς Ἡρώδης ἀνέθηκεν προσθεὶς ὅσα καὶ τῶν Ἀράβων ἔλαβεν. 15.403

Κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐτετείχιστο διάφορος ἐχυρότητι. ταύτην οἱ πρὸ Ἡρώδου τοῦ Ἀσαμωναίων γένους βασιλεῖς καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὡς ἐκεῖ τὴν ἱερατικὴν αὐτοῖς ἀποκεῖσθαι στολήν, ἣν ὅταν δέῃ θύειν τότε μόνον ἀρχιερεὺς ἀμφιέννυται. 15.404ταύτην Ἡρώδης βασιλεὺς ἐφύλαξεν ἐν τῷ τόπῳ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὸ Ῥωμαίοις ἦν μέχρι τῶν Τιβερίου Καίσαρος χρόνων. 15.405ἐπὶ τούτου δὲ Οὐιτέλλιος τῆς Συρίας ἡγεμὼν ἐπιδημήσας τοῖς Ἱεροσολύμοις, δεξαμένου τοῦ πλήθους αὐτὸν λαμπρότατα πάνυ θέλων αὐτοὺς τῆς εὐποιίας ἀμείψασθαι, ἐπεὶ παρεκάλεσαν τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, ἔγραψεν περὶ τούτων Τιβερίῳ Καίσαρι κἀκεῖνος ἐπέτρεψεν, καὶ παρέμεινεν ἐξουσία τῆς στολῆς τοῖς Ἰουδαίοις μέχρις ἐτελεύτησεν βασιλεὺς Ἀγρίππας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.397 Joseph. AJ 15.403 (English) >>Joseph. AJ 15.408

Powered by PhiloLogic